ATENE è IL SOLE DELL'ELLADE
VERSIONE DI GRECO DI IPERIDE
la traduzione è visibile ai soli utenti registrati
Περὶ μὲν οὖν τῆς πόλεως διεξιέναι τὸ καθ’ ἕκαστον ὧν πρότερον πᾶσαν τὴν Ἑλλάδα εὐεργέτηκεν οὔτε ὁ χρόνος ὁ παρὼν ἱκανὸς οὔτε ὁ καιρὸς ἁρμόττων τῷ μακρολογεῖν, οὔτε ῥάιδιον ἕνα ὄντα τοσαύτας καὶ τηλικαύτας πράξεις διεξελθεῖν καὶ μνημονεῦσαι. Ἐπὶ κεφαλαίου δὲ οὐκ ὀκνήσω εἰπεῖν περὶ αὐτῆς· ὥσπερ γὰρ ὁ ἥλιος πᾶσαν τὴν οἰκουμένην ἐπέρχεται, τὰς μὲν ὥρας διακρίνων εἰς τὸ πρέπον καὶ καλῶς πάντα καθιστάς, τοῖς δὲ σώφροσι καὶ ἐπιεικέσι τῶν ἀνθρώπων ἐπιμελούμενος καὶ γενέσεως καὶ τροφῆς καὶ καρπῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς τὸν βίον χρησίμων, οὕτως καὶ ἡ πόλις ἡμῶν διατελεῖ τοὺς μὲν κακοὺς κολάζουσα, τοῖς δὲ δικαίοις βοηθοῦσα, τὸ δὲ ἴσον ἀντὶ τῆς ἀδικίας ἅπασιν ἀπονέμουσα, τοῖς δὲ ἰδίοις κινδύνοις καὶ δαπάναις κοινὴν ἄδειαν τοῖς Ἕλλησιν παρασκευάζουσα.