I meriti di Alcibiade
versione greco Isocrate traduzione
libro Euloghia pagina 410 numero 210
ἐν τοσαύταις συμφοραῖς καὶ τοιούτοις κινδύνοις τῆς πόλεως οὔσης, μεταπεμψαμένων αὐτὸν τῶν στρατιωτῶν οὐκ ἐσεμνύνατ' ἐπὶ τοῖς παροῦσιν, οὐδ' ἐμέμψατο περὶ τῶν γεγενημένων, οὐδ' ἐβουλεύσατο περὶ τῶν μελλόντων, ἀλλ' εὐθὺς εἵλετο μετὰ τῆς πόλεως ὁτιοῦν πάσχειν μᾶλλον ἢ μετὰ Λακεδαιμονίων εὐτυχεῖν, καὶ πᾶσι φανερὸν ἐποίησεν ὅτι τοῖς ἐκβαλοῦσιν ἀλλ' οὐχ ὑμῖν ἐπολέμει, καὶ ὅτι κατελθεῖν ἀλλ' οὐκ ἀπολέσαι τὴν πόλιν ἐπεθύμει. Γενόμενος δὲ μεθ' ὑμῶν ἔπεισεν μὲν Τισσαφέρνην μὴ παρέχειν χρήματα Λακεδαιμονίοις, ἔπαυσεν δὲ τοὺς συμμάχους ὑμῶν ἀφισταμένους, διέδωκεν δὲ παρ' αὑτοῦ μισθὸν τοῖς στρατιώταις, ἀπέδωκεν δὲ τῷ δήμω τὴν πολιτείαν, διήλλαξε δὲ τοὺς πολίτας, ἀπέστρεψε δὲ τὰς ναῦς τὰς Φοινίσσας. Καὶ μετὰ ταῦτα, καθ' ἕκαστον μὲν, ὅσας τριήρεις ἔλαβεν ἢ μάχας ἐνίκησεν ἢ πόλεις κατὰ κράτος εἷλεν ἢ λόγῳ πείσας φίλας ὑμῖν ἐποίησε, πολὺ ἂν ἔργον εἴη λέγειν·
Ci dispiace ma questa versione non è ancora stata tradotta. Contribuisci ad aumentare le versioni presenti in questo sito inviando la tua traduzione a webmaster@skuolasprint. it