La rotta di Egospotami segnò il tracollo ateniese
VERSIONE DI GRECO di Isocrate

Μετά γάρ τὴν ἐν Ἑλλησπόντῳ γενομένην ἀτυχίαν ἑτέρων ἠγεμόνων καταστάντων, ἐνίκησαν μὲν οἱ βάρβαροι ναυμαχοῦντες, ἦρξαν δέ τῆς θαλάττης, κατέσχον δὲ τάς πλείστας τῶν νήσων, ἀπέβησαν δ'εἰς τὴν Λακωνικήν, Κύθηρα δέ κατά κράτος εἷλον, ἅπασαν δέ τήν Πελοπόννησον κακῶς ποιοῦντες περιέπλευσαν. Μάλιστα δ΄ ἄν τις συνίδοι τὸ μέγεθος τῆς μεταβολῆς εἰ παραναγνοίη τὰς συνθήκας τάς τ΄ ἐφ΄ ἡμῶν γενομένας καὶ τὰς νῦν ἀναγεγραμμένας. Τότε μὲν γὰρ ἡμεῖς φανησόμεθα τὴν ἀρχὴν βασιλέως ὁρίζοντες, καὶ τῶν φόρων ἐνίους τάττοντες καὶ κωλύοντες αὐτον τῇ θαλάττῃ χρῆσθαι· νῦν δ΄ ἐϰεῖνός ἐστιν ὁ διοικῶν τὰ τῶν Ἑλλήνων καὶ προσάττων ἅ χρὴ ποιεῖν ἑκάστους.