- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco di Senofonte
- Visite: 3
Ἐνταῦθα ἔμεινεν ὁ Κῦρος καὶ ἡ στρατιὰ ἡμέρας εἴκοσιν· οἱ γὰρ στρατιῶται οὐκ ἔφασαν ἰέναι τοῦ πρόσω· ὑπώπτευον γὰρ ἤδη ἐπὶ βασιλέα ἰέναι· μισθωθῆναι δὲ οὐκ ἐπὶ τούτῳ ἔφασαν. Πρῶτος δὲ Κλέαρχος τοὺς αὑτοῦ στρατιώτας ἐβιάζετο ἰέναι· οἱ δ᾽ αὐτόν τε ἔβαλλον καὶ τὰ ὑποζύγια τὰ ἐκείνου, ἐπεὶ ἄρξαιντο προϊέναι. 2 Κλέαρχος δὲ τότε μὲν μικρὸν ἐξέφυγε μὴ καταπετρωθῆναι, ὕστερον δ᾽ ἐπεὶ ἔγνω ὅτι οὐ δυνήσεται βιάσασθαι, συνήγαγεν ἐκκλησίαν τῶν αὑτοῦ στρατιωτῶν. Καὶ πρῶτον μὲν ἐδάκρυε πολὺν χρόνον ἑστώς· οἱ δὲ ὁρῶντες ἐθαύμαζον καὶ ἐσιώπων· εἶτα δὲ ἔλεξε τοιάδε.
TRADUZIONE E ANALISI GRAMMATICALE
Qui Ciro e l'esercito rimasero per venti giorni; i soldati infatti dicevano di non voler andare avanti; sospettavano infatti di marciare già contro il Re; e dicevano di non essere stati assoldati per questo. Per primo Clearco costringeva i propri soldati ad andare; ma quelli lanciavano pietre sia contro di lui sia contro le sue bestie da soma, ... (CONTINUA)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco di Senofonte
- Visite: 3
Καταβὰς δὲ διὰ τούτου τοῦ πεδίου ἤλασε σταθμοὺς τέτταρας παρασάγγας πέντε καὶ εἴκοσιν εἰς Ταρσούς, τῆς Κιλικίας πόλιν μεγάλην καὶ εὐδαίμονα, οὗ ἦν τὰ Συεννέσιος βασίλεια τοῦ Κιλίκων βασιλέως· διὰ μέσου δὲ τῆς πόλεως ῥεῖ ποταμὸς Κύδνος ὄνομα, εὖρος δύο πλέθρων. 24 Ταύτην τὴν πόλιν ἐξέλιπον οἱ ἐνοικοῦντες μετὰ Συεννέσιος εἰς χωρίον ὀχυρὸν ἐπὶ τὰ ὄρη πλὴν οἱ τὰ καπηλεῖα ἔχοντες· ἔμειναν δὲ καὶ οἱ παρὰ τὴν θάλατταν οἰκοῦντες ἐν Σόλοις καὶ ἐν Ἰσσοῖς. 25 Ἐπύαξα δὲ ἡ Συεννέσιος γυνὴ προτέρα Κύρου πέντε ἡμέραις εἰς Ταρσοὺς ἀφίκετο· ἐν δὲ τῇ ὑπερβολῇ τῶν ὀρέων τῇ εἰς τὸ πεδίον δύο λόχοι τοῦ Μένωνος στρατεύματος ἀπώλοντο· οἱ μὲν ἔφασαν ἁρπάζοντάς τι κατακοπῆναι ὑπὸ τῶν Κιλίκων, οἱ δὲ ὑπολειφθέντας καὶ οὐ δυναμένους εὑρεῖν τὸ ἄλλο στράτευμα οὐδὲ τὰς ὁδοὺς εἶτα πλανωμένους ἀπολέσθαι· ἦσαν δ᾽ οὖν οὗτοι ἑκατὸν ὁπλῖται. 26 Οἱ δ᾽ ἄλλοι ἐπεὶ ἧκον, τήν τε πόλιν τοὺς Ταρσοὺς διήρπασαν, διὰ τὸν ὄλεθρον τῶν συστρατιωτῶν ὀργιζόμενοι, καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ. Κῦρος δ᾽ ἐπεὶ εἰσήλασεν εἰς τὴν πόλιν, μετεπέμπετο τὸν Συέννεσιν πρὸς ἑαυτόν· ὁ δ᾽ οὔτε πρότερον οὐδενί πω κρείττονι ἑαυτοῦ εἰς χεῖρας ἐλθεῖν ἔφη οὔτε τότε Κύρῳ ἰέναι ἤθελε, πρὶν ἡ γυνὴ αὐτὸν ἔπεισε καὶ πίστεις ἔλαβε. 27 Μετὰ δὲ ταῦτα ἐπεὶ συνεγένοντο ἀλλήλοις, Συέννεσις μὲν ἔδωκε Κύρῳ χρήματα πολλὰ εἰς τὴν στρατιάν, Κῦρος δὲ ἐκείνῳ δῶρα ἃ νομίζεται παρὰ βασιλεῖ τίμια, ἵππον χρυσοχάλινον καὶ στρεπτὸν χρυσοῦν καὶ ψέλια καὶ ἀκινάκην χρυσοῦν καὶ στολὴν Περσικήν, καὶ τὴν χώραν μηκέτι διαρπάζεσθαι· τὰ δὲ ἡρπασμένα ἀνδράποδα, ἤν που ἐντυγχάνωσιν, ἀπολαμβάνειν.
TRADUZIONE E ANALISI GRAMMATICALE
Scendendo attraverso questa pianura, (Ciro) avanzò per quattro tappe, per venticinque parasanghe, fino a Tarso, città grande e prospera della Cilicia, dove si trovava la reggia di Siennesi, re dei Cilici; e in mezzo alla città scorre un fiume di nome Cidno, largo due plettri. Gli abitanti abbandonarono questa città con Siennesi per un luogo fortificato sulle montagne, tranne quelli che avevano le taverne; rimasero anche gli abitanti presso il mare a Soli e a Isso ... (CONTINUA)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco di Senofonte
- Visite: 3
Ἄνδρες στρατιῶται, μὴ θαυμάζετε ὅτι χαλεπῶς φέρω τοῖς παροῦσι πράγμασιν. Ἐμοὶ γὰρ ξένος Κῦρός έστι καί με φεύγοντα ἐκ τῆς πατρίδος τά τε ἄλλα τιμᾷ καὶ μυρίους δίδωσι δαρεικούς· οὓς ἐγὼ ἔχων οὐ καθηδυπάθησα ἀλλ᾽ εἰς ὑμᾶς ἐδαπάνων. Ἐπειδὴ δὲ Κῦρος ἐκάλει, σὺν ὑμῖν ἐπορευόμην, ἵνα εἴ τι δέοιτο ὠφελοίην αὐτὸν ἀνθ' ὧν εὖ ἔπασχον ὑπ᾽ ἐκείνου. Ἐπεὶ δὲ ὑμεῖς οὐ βούλεσθε συμπορεύεσθαι, ἀνάγκη δή μοι ἢ ὑμᾶς προδιδόντα τῇ Κύρου φιλίᾳ χρῆσθαι ἢ πρὸς ἐκεῖνον ψευδόμενον μεθ' ὑμῶν εἶναι. Εἰ μὲν δὴ δίκαια ποιήσω οὐκ οἶδα, αἱρήσομαι δ' οὖν ὑμᾶς καὶ σὺν ὑμῖν ὅ τι ἂν δέῃ πείσομαι. Καὶ οὔποτε ἐρεῖ οὐδεὶς ὡς ἐγὼ Ἕλληνας ἄγων εἰς τοὺς βαρβάρους, προδιδοὺς τοὺς Ἕλληνας τὴν τῶν βαρβάρων φιλίαν αἱροῦμαι, ἀλλ᾽ ἐπεὶ ὑμεῖς ἐμοὶ οὐ θέλετε πείθεσθαι, ἐγὼ σὺν ὑμῖν ἕψομαι καὶ ὅ τι ἂν δέῃ πείσομαι. Νομίζω γὰρ ὑμᾶς ἐμοὶ εἶναι καὶ πατρίδα καὶ φίλους καὶ συμμάχους, καὶ σὺν ὑμῖν μὲν ἂν οἶμαι εἶναι τίμιος ὅπου ἂν ᾖ, ὑμῶν δὲ ἔρημος ὢν οὐκ ἂν ἱκανὸς οἶμαι εἶναι οὔτ᾽ ἂν φίλον ὠφελεῖν οὔτ᾽ ἂν ἐχθρὸν ἀλέξεσθαι. (Senofonte)
TRADUZIONE LETTERALE CON ANALISI GRAMMATICALE
Soldati, non meravigliatevi che io sopporti a fatica (difficilmente) le presenti circostanze. Ciro infatti è per me un ospite e onora me, esule (lett che fuggo) dalla patria, sia in tutte le altre cose sia offre diecimila darici; e io, pur avendoli non li ho sperperati, ma li spendevo per voi. E quando Ciro chiamava, marciavo con voi, affinché, se mai avesse bisogno di qualcosa, potessi aiutarlo, in cambio dei benefici che ricevevo ... (CONTINUA)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco di Senofonte
- Visite: 2
Τούτων δὲ πραχθέντων, τοὐναντίον ἐγεγένητο οὗ ἐνόμισαν πάντες ἄνθρωποι ἔσεσθαι. Συνεληλυθυίας γὰρ σχεδὸν ἁπάσης τῆς Ἑλλάδος καὶ ἀντιτεταγμένων, οὐδεὶς ἦν ὅστις οὐκ ᾤετο, εἰ μάχη ἔσοιτο, τοὺς μὲν κρατήσαντας ἄρξειν, τοὺς δὲ κρατηθέντας ὑπηκόους ἔσεσθαι· ὁ δὲ θεὸς οὕτως ἐποίησεν ὥστε ἀμφότεροι μὲν τροπαῖον ὡς νενικηκότες ἐστήσαντο, τοὺς δὲ ἱσταμένους οὐδέτεροι ἐκώλυον, νεκροὺς δὲ ἀμφότεροι μὲν ὡς νενικηκότες ὑποσπόνδους ἀπέδοσαν, ἀμφότεροι δὲ ὡς ἡττημένοι ὑποσπόνδους ἀπελάμβανον, νενικηκέναι δὲ φάσκοντες ἑκάτεροι οὔτε χώρᾳ οὔτε πόλει οὔτ᾽ ἀρχῇ οὐδέτεροι οὐδὲν πλέον ἔχοντες ἐφάνησαν ἢ πρὶν τὴν μάχην γενέσθαι· ἀκρισία δὲ καὶ ταραχὴ ἔτι πλείων μετὰ τὴν μάχην ἐγένετο ἢ πρόσθεν ἐν τῇ Ἑλλάδι. Ἐμοὶ μὲν δὴ μέχρι τούτου γραφέσθω· τὰ δὲ μετὰ ταῦτα ἴσως ἄλλῳ μελήσει. (Senofonte, Elleniche libro 7. 5. 26)
Fatte queste cose, (genitivo assoluto) avvenne il contrario di quello che tutti gli uomini pensavano sarebbe successo. Infatti quasi tutta la Grecia si era riunita e schierata, non c'era nessuno che non pensasse che, se ci fosse stata (periodo ipotetico con ottativo ἔσοιτο) una battaglia, quelli che avessero vinto (infinitiva retta da ᾤετο) avrebbero governato, ... (CONTINUA con analisi grammaticale)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco di Senofonte
- Visite: 2
Ἄνδρες σύμμαχοι, ἐγὼ τοίνυν ὑμᾶς συνεκάλεσα ἰδών τινας ὑμῶν, ἐπεὶ αἱ ἀγγελίαι ἦλθον ἐκ τῶν πολεμίων, πάνυ ἐοικότας πεφοβημένοις ἀνθρώποις. Δοκεῖ γάρ μοι θαυμαστὸν εἶναι εἴ τις ὑμῶν ὅτι μὲν οἱ πολέμιοι συλλέγονται δέδοικεν, ὅτι δὲ ἡμεῖς πολὺ πλείους συνειλέγμεθα νῦν ἢ ὅτε ἐνικῶμεν ἐκείνους, πολὺ δὲ ἄμεινον σὺν θεοῖς παρεσκευάσμεθα νῦν ἢ πρόσθεν, ταῦτα δὲ ὁρῶντες οὐ θαρρεῖτε. Ὢ πρὸς θεῶν, τί δῆτα ἂν ἐποιήσατε οἱ νῦν δεδοικότες, εἰ ἤγγελλόν τινες τὰ παρ᾽ ἡμῖν νῦν ὄντα ταῦτα ἀντίπαλα ἡμῖν προσιόντα, καὶ πρῶτον μὲν ἠκούετε ὅτι οἱ πρότερον νικήσαντες ἡμᾶς οὗτοι πάλιν ἔρχονται ἔχοντες ἐν ταῖς ψυχαῖς ἢν τότε νίκην ἐκτήσαντο· ἔτι δὲ ἅρματα ἔρχεται, ἃ οὐχ οὕτως ἑστήξει ὥσπερ πρόσθεν ἀπεστραμμένα ὥσπερ εἰς φυγήν, ἀλλ' οἵ τε ἵπποι εἰσὶ κατατεθωρακισμένοι οἱ ἐν τοῖς ἅρμασιν, οἵ τε ἡνίοχοι ἐν πύργοις ἑστᾶσι ξυλίνοις τὰ ὑπερέχοντα ἅπαντα συνεστεγασμένοι θώραξι καὶ κράνεσι. Εἰ δὴ ταῦτα ἀπήγγελλέ τις ὑμῖν ἐν τοῖς πολεμίοις ὄντα, οἱ νῦν φοβούμενοι τί ἂν ἐποιήσατε; (Senofonte)
TRADUZIONE LETTERALE
completa di analisi grammaticale
Uomini alleati, io dunque vi ho convocato perché ho visto alcuni di voi, quando giunsero le notizie dai nemici, che sembravano in tutto e per tutto uomini spaventati. Mi sembra infatti sorprendente che qualcuno di voi tema che i nemici si radunino, non abbiate invece coraggio (ταῦτα δὲ ὁρῶντες οὐ θαρρεῖτε) vedendo queste cose: che noi ora ci siamo radunati... (CONTINUA)