Processo e condanna di Oronte
versione greco Senofonte traduzione dal libro lukeion
"Τί οὖν, ἔφη ὁ Κῦρος, ἀδικηθεὶς ὑπ᾽ ἐμοῦ νῦν τὸ τρίτον ἐπιβουλεύων μοι φανερὸς γέγονας; " ἰπόντος δὲ τοῦ Ὀρόντα ὅτι οὐδὲν ἀδικηθείς, ἠρώτησεν ὁ Κῦρος αὐτόν· " Ὁμολογεῖς οὖν περὶ ἐμὲ ἄδικος γεγενῆσθαι; ἦ γὰρ ἀνάγκη, ἔφη Ὀρόντας. " Ἐκ τούτου πάλιν ἠρώτησεν ὁ Κῦρος· Ἔτι οὖν ἂν γένοιο τῷ ἐμῷ ἀδελφῷ πολέμιος, ἐμοὶ δὲ φίλος καὶ πιστός; " ὁ δὲ ἀπεκρίνατο ὅτι οὐδ᾽ εἰ γενοίμην, ὦ Κῦρε, σοί γ᾽ ἄν ποτε ἔτι δόξαιμι. Πρὸς ταῦτα Κῦρος εἶπε τοῖς παροῦσιν· " Ὁ μὲν ἀνὴρ τοιαῦτα μὲν πεποίηκε, τοιαῦτα δὲ λέγει· ὑμῶν δὲ σὺ πρῶτος, ὦ Κλέαρχε, ἀπόφηναι γνώμην ὅ τι σοι δοκεῖ. " λέαρχος δὲ εἶπε τάδε. " Συμβουλεύω ἐγὼ τὸν ἄνδρα τοῦτον ἐκποδὼν ποιεῖσθαι ὡς τάχιστα, ὡς μηκέτι δέῃ τοῦτον φυλάττεσθαι, ἀλλὰ σχολὴ ᾖ ἡμῖν, τὸ κατὰ τοῦτον εἶναι, τοὺς ἐθελοντὰς τούτους εὖ ποιεῖν. " Ταύτῃ δὲ τῇ γνώμῃ ἔφη καὶ τοὺς ἄλλους προσθέσθαι. Μετὰ ταῦτα, ἔφη, κελεύοντος Κύρου ἔλαβον τῆς ζώνης τὸν Ὀρόνταν ἐπὶ θανάτῳ ἅπαντες ἀναστάντες καὶ οἱ συγγενεῖς· εἶτα δ᾽ ἐξῆγον αὐτὸν οἷς προσετάχθη.