Le parole sono confermate dai fatti
versione greco Iseo traduzione libro
πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα; οὐκ ἐκ τῶν μαρτυριῶν; οἶμαί γε. πόθεν δὲ τοὺς μάρτυρας; οὐκ ἐκ τῶν βασάνων; εἰκός γε. πόθεν δ᾽ ἀπιστεῖν τοῖς τούτων λόγοις; οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους; ἀνάγκη μεγάλη. πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειε γνησίαν οὖσαν θυγατέρα Κίρωνος τὴν μητέρα τὴν ἐμήν ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς; τῶν μὲν παλαιῶν ἀκοὴν μαρτυρούντων παρεχόμενος, τῶν δὲ ἔτι ζώντων τοὺς εἰδότας ἕκαστα τούτων, οἳ συνῄδεσαν παρ᾽ ἐκείνῳ τρεφομένην, θυγατέρα νομιζομένην, δὶς ἐκδοθεῖσαν, δὶς ἐγγυηθεῖσαν, ἔτι δὲ περὶ πάντων τούτους βάσανον ἐξ οἰκετῶν πεφευγότας, οἳ ταῦτα πάντα ᾔδεσαν. ἔγωγε μὰ τοὺς θεοὺς τοὺς Ὀλυμπίους οὐκ ἂν ἔχοιμι πίστεις μείζους τούτων εἰπεῖν, ἀλλ᾽ ἱκανὰς εἶναι νομίζω τὰς εἰρημένας.
Traduzione antica

