ἐπίστασθε γὰρ που ὡς ἠγγέλθη ὑμῖν ὅτι οὐ μέλλει ἐκ Κύπρου σῖτος ἥξειν ἐνταῦθα: ἐγὼ τοίνυν τοιοῦτός τε καὶ τοσοῦτος ἐγενόμην, ὥστε τοὺς ἄνδρας τοὺς ταῦτα βουλεύσαντας ἐφ' ὑμῖν καὶ πράξαντας ψευσθῆναι τῆς αὑτῶν γνώμης. καὶ ὡς μὲν ταῦτα διεπράχθη, οὐδὲν προὔργου ἀκοῦσαι ὑμῖν: τάδε νυνὶ βούλομαι ὑμᾶς εἰδέναι, ὅτι αἱ μέλλουσαι νῆες ἤδη σιταγωγοὶ καταπλεῖν εἰς τὸν Πειραιᾶ εἰσιν ὑμῖν τέτταρες καὶ δέκα, αἱ δὲ λοιπαὶ τῶν ἐκ Κύπρου ἀναχθεισῶν ἥξουσιν ἁθρόαι οὐ πολὺ ὕστερον. ἐδεξάμην δ' ἀντὶ πάντων χρημάτων εἶναι ἐν ἀσφαλεῖ φράσαι πρὸς ὑμᾶς ἃ καὶ τῇ βουλῇ ἐν ἀποῤῥήτῳ εἰσήγγειλα, ὅπως αὐτόθεν προῄδετε. νῦν δὲ ἐκεῖνα μὲν τότε ὅταν ἀποτελεσθῇ γνώσεσθε ἅμα καὶ ὠφελήσεσθε : νῦν δέ, ὦ Ἀθηναῖοι, εἴ μοι βουληθεῖτε δοῦναι χάριν μικράν τε καὶ ἄπονον ὑμῖν καὶ ἅμα δικαίαν, πάνυ ἄν μοι τοῦτο ἐν μεγάλῃ ἡδονῇ γένοιτο. ὡς δὲ καὶ δικαία ἐστίν, εἴσεσθε. ἃ γάρ μοι αὐτοὶ γνόντες τε καὶ ὑποσχόμενοι ἔδοτε, ὕστερον δὲ ἑτέροις πειθόμενοι ἀφείλεσθε, ταῦθ' ὑμᾶς, εἰ μὲν βούλεσθε, αἰτῶ, εἰ δὲ μὴ βούλεσθε, ἀπαιτῶ. ὁρῶ δὲ ὑμᾶς πολλάκις καὶ δούλοις ἀνθρώποις καὶ ξένοις παντοδαποῖς πολιτείαν τε διδόντας καὶ εἰς χρήματα μεγάλας δωρείας, οἳ ἂν ὑμᾶς φαίνωνται ποιοῦντές τι ἀγαθόν. καὶ ταῦτα μέντοι ὀρθῶς ὑμεῖς φρονοῦντες δίδοτε: οὕτω γὰρ ἂν ὑπὸ πλείστων ἀνθρώπων εὖ πάσχοιτε. ἐγὼ τοίνυν τοσοῦτον ὑμῶν μόνον δέομαι: τὸ ψήφισμα ὃ Μενίππου εἰπόντος ἐψηφίσασθε, εἶναί μοι ἄδειαν, πάλιν ἀπόδοτε