Ὁ ταὼς οἶδεν ὤν ὀρνίθων ὡραιότατος, καὶ ἐπ᾿ αὐτῷ κομᾷ καὶ σοβαρός ἐστι, καὶ θαρρεῖ τοῖς πτεροῖς, ἅπερ («le quali», acc. n. plur. ) οὖν αὐτῷ καὶ κόσμον περιτίθησι, καὶ πρὸς τοὺς ἔξωθεν φόβον ἀποστέλλει, καὶ ἐν ὥρᾳ θερείῳ σκέπην παρέχεται. Ἐπαινεθεὶς δὲ αἰσθάνεται («Si accorge di venire lodato»), καὶ ὥσπερ οὖν ἢ παῖς καλός ἢ γυνὴ ὡραία τὸ μάλιστα πλεονεκτοῦν τοῦ σώματος ἐπιδείκνυσιν, οὕτω τοι καὶ ἐκεῖνος τὰ πτερὰ ἐν κόσμῳ καὶ κατὰ στοῖχον ὀρθοῖ. Λέγεται δὲ ἐκ βαρβάρων ἐς Ἕλληνας κομισθῆναι («sia stato portato», inf. aor. pass. ). Καὶ χρόνου πολλοῦ («molto») σπάνιος ὢν εἶτα ἐδείκνυτο τοῖς φιλοκάλοις μισθοῦ. Ἐτιμῶντο δὲ δραχμῶν μυρίων. Δεῖ δὲ καὶ διπλῆς οἰκίας τῇ τροφῇ αὐτῶν, καὶ φρουρῶν τε καὶ μελεδωνῶν. Ὁρτήνσιος δὲ ὁ Ῥωμαῖος καταθύειν ἐπὶ δείπνῳ ταών πρῶτος λέγεται. (da Eliano)
Il pavone sa di essere il più bello fra gli animali e per la sua coda è anche superbo ed è arrogante per le penne, le quali quindi a lui procurano vanto...
Questa traduzione è ancora in corso fare una richiesta nel nostro forum in caso occorra ....