Un figlio affettuoso verso il padre malato
VERSIONE DI GRECO di Isocrate
TRADUZIONE dal libro Agon

οὕτως αὐτὸν ἐθεράπευσα ὡς οὐκ οἶδ’ ὅστις πώποθ’ ἕτερος ἕτερον, τὸν μὲν πλεῖστον τοῦ χρόνου πονηρῶς μὲν ἔχοντα, περιιέναι δ’ ἔτι δυνάμενον, ἓξ μῆνας δὲ συνεχῶς ἐν τῇ κλίνῃ κείμενον. καὶ τούτων τῶν ταλαιπωριῶν οὐδεὶς τῶν συγγενῶν μετασχεῖν ἠξίωσεν, ἀλλ’ οὐδ’ ἐπισκεψόμενος ἀφίκετο πλὴν τῆς μητρὸς καὶ τῆς ἀδελφῆς, αἳ πλέον θάτερον ἐποίησαν· ἀσθενοῦσαι γὰρ ἦλθον ἐκ Τροιζῆνος, ὥστ’ αὐταὶ θεραπείας ἐδέοντο. ἀλλ’ ὅμως ἐγώ, τοιούτων τῶν ἄλλων περὶ αὐτὸν γεγενημένων, οὐκ ἀπεῖπον οὐδ’ ἀπέστην ἀλλ’ ἐνοσήλευον αὐτὸν μετὰ παιδὸς ἑνός· οὐδὲ γὰρ τῶν οἰκετῶν οὐδεὶς ὑπέμεινεν. καὶ γὰρ φύσει χαλεπὸς ὢν ἔτι δυσκολώτερον διὰ τὴν νόσον διέκειτο, ὥστ’ οὐκ ἐκείνων ἄξιον θαυμάζειν, εἰ μὴ παρέμενον, ἀλλὰ πολὺ μᾶλλον, ὅπως ἐγὼ τοιαύτην νόσον θεραπεύων ἀνταρκεῖν ἠδυνάμην· ὃς ἔμπυος μὲν ἦν πολὺν χρόνον, ἐκ δὲ τῆς κλίνης οὐκ ἠδύνατο κινεῖσθαι, τοιαῦτα δ’ ἔπασχεν ὥσθ’ ἡμᾶς μηδεμίαν ἡμέραν ἀδακρύτους διάγειν, ἀλλὰ θρηνοῦντες διετελοῦμεν καὶ τοὺς πόνους τοὺς ἀλλήλων καὶ τὴν φυγὴν καὶ τὴν ἐρημίαν τὴν ἡμετέραν αὐτῶν. καὶ ταῦτ’ οὐδένα χρόνον διέλειπεν· οὐδὲ γὰρ ἀπελθεῖν οἷόν τ’ ἦν ἢ δοκεῖν ἀμελεῖν, ὅ μοι πολὺ δεινότερον ἦν τῶν κακῶν τῶν παρόντων.