διαλέξομαι δὲ περί τε τῶν τῇ πόλει πεπραγμένων καὶ περὶ τῆς τῶν προγόνων ἀρετῆς, οὐκ ἀπὸ τούτων ἀρξάμενος, ἀλλ' ἀπὸ τῶν ἐμοὶ συμβεβηκότων: ἐντεῦθεν γὰρ οἶμαι μᾶλλον κατεπείγειν. πειρώμενος γὰρ ἀναμαρτήτως ζῆν καὶ τοῖς ἄλλοις ἀλύπως, οὐδένα διαλέλοιπα χρόνον ὑπὸ μὲν τῶν σοφιστῶν τῶν ἀδοκίμων καὶ πονηρῶν διαβαλλόμενος, ὑπ' ἄλλων δέ τινων οὐχ οἷός εἰμι γιγνωσκόμενος, ἀλλὰ τοιοῦτος ὑπολαμβανόμενος οἷον ἂν παρ' ἑτέρων ἀκούσωσιν. βούλομαι οὖν προδιαλεχθῆναι περί τ' ἐμαυτοῦ καὶ περὶ τῶν οὕτω πρός με διακειμένων, ἵν' ἤν πως οἷός τε γένωμαι, τοὺς μὲν παύσω βλασφημοῦντας, τοὺς δ' εἰδέναι ποιήσω περὶ ἃ τυγχάνω διατρίβων: ἢν γὰρ ταῦτα τῷ λόγῳ δυνηθῶ διοικῆσαι κατὰ τρόπον, ἐλπίζω τὸν ἐπίλοιπον χρόνον αὐτός τε ἀλύπως διάξειν, καὶ τῷ λόγῳ τῷ μέλλοντι ῥηθήσεσθαι τοὺς παρόντας μᾶλλον προσέξειν τὸν νοῦν.