Eschine si è venduto a Filippo
versione greco Demostene
traduzione libro Agon pagina 31 numero 59

ἐκ ποίας γὰρ ἴσης ἢ δικαίας προφάσεως Αἰσχίνῃ τῷ Γλαυκοθέας τῆς τυμπανιστρίας ξένος ἢ φίλος ἢ γνώριμος ἦν Φίλιππος; ἐγὼ μὲν οὐχ ὁρῶ, ἀλλ᾽ ἐμισθώθης ἐπὶ τῷ τὰ τουτωνὶ συμφέροντα διαφθείρειν. ἀλλ᾽ ὅμως, οὕτω φανερῶς αὐτὸς εἰλημμένος προδότης καὶ κατὰ σαυτοῦ μηνυτὴς ἐπὶ τοῖς συμβᾶσιν γεγονώς, ἐμοὶ λοιδορεῖ καὶ ὀνειδίζεις ταῦτα, ὧν πάντας μᾶλλον αἰτίους εὑρήσεις. πολλὰ καὶ καλὰ καὶ μεγάλ᾽ ἡ πόλις, Αἰσχίνη, καὶ προείλετο καὶ κατώρθωσεν δι᾽ ἐμοῦ, ὧν οὐκ ἠμνημόνησεν. σημεῖον δέ: χειροτονῶν γὰρ ὁ δῆμος τὸν ἐροῦντ᾽ ἐπὶ τοῖς τετελευτηκόσιν παρ᾽ αὐτὰ τὰ συμβάντα, οὐ σὲ ἐχειροτόνησε προβληθέντα, καίπερ εὔφωνον ὄντα, οὐδὲ Δημάδην, ἄρτι πεποιηκότα τὴν εἰρήνην, οὐδ᾽ Ἡγήμονα, οὐδ᾽ ἄλλον ὑμῶν οὐδένα, ἀλλ᾽ ἐμέ. καὶ παρελθόντος σοῦ καὶ Πυθοκλέους ὠμῶς καὶ ἀναιδῶς, ὦ Ζεῦ καὶ θεοί, καὶ κατηγορούντων ἐμοῦ ταὔθ᾽ ἃ καὶ σὺ νυνί, καὶ λοιδορουμένων, ἔτ᾽ ἄμεινον ἐχειροτόνησεν.

in attesa di traduzione