ATENE E I PERSIANI
VERSIONE DI GRECO di Isocrate
TRADUZIONE dal libro Taxis

Χρόνῳ δ’ ὕστερον γενομένου τοῦ Περσικοῦ πολέμου, καὶ Ξέρξου τοῦ τότε βασιλεύοντος τριήρεις μὲν συναγαγόντος τριακοσίας καὶ χιλίας, τῆς δὲ πεζῆς στρατιᾶς πεντακοσίας μὲν μυριάδας τῶν ἁπάντων, ἑβδομήκοντα δὲ τῶν μαχίμων, τηλικαύτῃ δὲ δυνάμει στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας, Σπαρτιᾶται μὲν ἄρχοντες Πελοποννησίων εἰς τὴν ναυμαχίαν τὴν ποιήσασαν ῥοπὴν ἅπαντος τοῦ πολέμου δέκα μόνον συνεβάλοντο τριήρεις, οἱ δὲ πατέρες ἡμῶν ἀνάστατοι γενόμενοι καὶ τὴν πόλιν ἐκλελοιπότες διὰ τὸ μὴ τετειχίσθαι κατ’ ἐκεῖνον τὸν χρόνον πλείους ναῦς παρέσχοντο καὶ μείζω δύναμιν ἐχούσας ἢ σύμπαντεςοἱ συγκινδυνεύσαντες· καὶ στρατηγὸν οἱ μὲν Εὐρυβιάδην, ὃς εἰ τέλος ἐπέθηκεν οἷς διενοήθη πράττειν, οὐδὲν ἂν ἐκώλυεν ἀπολωλέναι τοὺς Ἕλληνας, οἱ δ’ ἡμέτεροι Θεμιστοκλέα τὸν ὁμολογουμένως ἅπασιν αἴτιον εἶναι δόξαντα καὶ τοῦ τὴν ναυμαχίαν γενέσθαι κατὰ τρόπον καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν ἐκείνῳ τῷ χρόνῳ κατορθωθέντων. τεκμήριον δὲ μέγιστον· ἀφελόμενοι γὰρ Λακεδαιμονίους τὴν ἡγεμονίαν οἱ συγκινδυνεύσαντες τοῖς ἡμετέροις παρέδοσαν