- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di Isocrate
- Visite: 3
Atene deve avere il comando nella spedizione contro i persiani
versione di greco di Isocrate
traduzione dal libro meletan
Τοσοῦτον γὰρ ἡ πόλις ἡμῶν διέφερεν, ὅτ' ἦν ἀκέραιος, ὥστ' ἀνάστατος γενομένη πλείους μὲν συνεβάλετο τριήρεις εἰς τὸν κίνδυνον τὸν ὑπὲρ τῆς Ἑλλάδος ἢ σύμπαντες οἱ ναυμαχήσαντες, οὐδεὶς δὲ πρὸς ἡμᾶς οὕτως ἔχει δυσμενῶς ὅστις οὐκ ἂν ὁμολογήσειεν διὰ μὲν τὴν ναυμαχίαν ἡμᾶς τῷ πολέμῳ κρατῆσαι, ταύτης δὲ τὴν πόλιν αἰτίαν γενέσθαι. Καίτοι μελλούσης στρατείας ἐπὶ τοὺς βαρβάρους ἔσεσθαι τίνας χρὴ τὴν ἡγεμονίαν ἔχειν; Οὐ τοὺς ἐν τῷ προτέρῳ πολέμῳ μάλιστ' εὐδοκιμήσαντας καὶ πολλάκις μὲν ἰδίᾳ προκινδυνεύσαντας, ἐν δὲ τοῖς κοινοῖς τῶν ἀγώνων ἀριστείων ἀξιωθέντας; Οὐ τοὺς τὴν αὑτῶν ἐκλιπόντας ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας καὶ τό τε παλαιὸν οἰκιστὰς τῶν πλείστων πόλεων γενομένους καὶ πάλιν αὐτὰς ἐκ τῶν μεγίστων συμφορῶν διασώσαντας; Πῶς δ' οὐκ ἂν δεινὰ πάθοιμεν, εἰ τῶν κακῶν πλεῖστον μέρος μετασχόντες, ἐν ταῖς τιμαῖς ἔλαττον ἔχειν ἀξιωθεῖμεν καὶ τότε προταχθέντες ὑπὲρ ἁπάντων νῦν ἑτέροις ἀκολουθεῖν ἀναγκασθεῖμεν;
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di Isocrate
- Visite: 3
Agli ateniesi spetta l'egemonia sul mare
versione di greco di Isocrate
traduzione dal libro kata logon
Qui trovi la versione stesso titolo ma tratta dal libro askesis
Inizio: λακεδαιμòνιοι νῦν μέν ἔτι δυσπεìστως ἔχουσι
Fine: καì νῦν ουκ αδìκως αμφισβητεῖ τῆς ηγεμονìασ
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di Isocrate
- Visite: 3
Non bisogna trascurare nulla per avere una buona educazione Versione greco Isocrate traduzione libro Dianoia
ζευς γαρ Ηρακλεα και τανταλον γεννησας ... τας της φυσεως αμαρτιας επικρατησειεν.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di Isocrate
- Visite: 3
Pitagora di Samo versione di greco di Isocrate
Traduzione libro Alfa beta grammata
Πυθαγορας ο Σαμιος αφικομενος εις Αιγυπτον, και μαθητης εκεινων γενομενος, την τ' αλλην φιλοσοφιαν πρωτος εις τους Ελληνας εκομισε, και τα περι τας θυσιας και τας αγιστειας, τας εν τοις ιεροις, επιφανεστερον των αλλων εσπουδασεν ηγουμενος, ει και μηδεν αυτω δια ταυτα πλεον γιγνοιτο παρα των θεων, αλλ' ουν παρα γε τοις ανθρωποις εκ τουτων μαλιστ' ευδοκιμησειν. Οπερ αυτω και συνεβη· τοσουτον γαρ ευδοξια τους αλλους υπερεβαλεν, ωστε και τους νεωτερους απαντας επιθυμειν αυτου μαθητας ειναι, και τους πρεσβυτερους ηδιον οραν τους παιδας τους αυτων εκεινω συγγιγνομενους η των οικειων επιμελουμενους. Και τουτοις ουχ οιον τε απιστειν. Ετι γαρ και νυν τους προσποιουμενους εκεινου μαθητας ειναι μαλλον σιγωντας θαυμαζουσιν η τους επι τω λεγειν μεγιστην δοξαν εχοντας.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di Isocrate
- Visite: 3
Gara di coraggio tra Ateniesi e spartani
versione di greco di Isocrate
ἀεὶ μὲν οὖν οἵ θ' ἡμέτεροι πρόγονοι καὶ Λακεδαιμόνιοι φιλοτίμως πρὸς ἀλλήλους εἶχον, οὐ μὴν ἀλλὰ περὶ καλλίστων ἐν ἐκείνοις τοῖς χρόνοις ἐφιλονίκησαν, οὐκ ἐχθροὺς ἀλλ' ἀνταγωνιστὰς σφᾶς αὐτοὺς εἶναι νομίζοντες, οὐδ' ἐπὶ δουλεία τῇ τῶν Ἑλλήνων τὸν βάρβαρον θεραπεύοντες, ἀλλὰ περὶ μὲν τῆς κοινῆς σωτηρίας ὁμονοοῦντες, ὁπότεροι δὲ ταύτης αἴτιοι γενήσονται, περὶ τούτου ποιούμενοι τὴν ἅμιλλαν. ἐπεδείξαντο δὲ τὰς αὑτῶν ἀρετὰς πρῶτον μὲν ἐν τοῖς ὑπὸ Δαρείου πεμφθεῖσιν. ἀποβάντων γὰρ αὐτῶν εἰς τὴν Ἀττικὴν οἱ μὲν οὐ περιέμειναν τοὺς συμμάχους, ἀλλὰ τὸν κοινὸν πόλεμον ἴδιον ποιησάμενοι πρὸς τοὺς ἁπάσης τῆς Ἑλλάδος καταφρονήσαντας ἀπήντων τὴν οἰκείαν δύναμιν ἔχοντες, ὀλίγοι πρὸς πολλὰς μυριάδας, ὥσπερ ἐν ἀλλοτρίαις ψυχαῖς μέλλοντες κινδυνεύειν, οἱ δ' οὐκ ἔφθησαν πυθόμενοι τὸν περὶ τὴν Ἀττικὴν πόλεμον, καὶ πάντων τῶν ἄλλων ἀμελήσαντες ἧκον ἡμῖν ἀμυνοῦντες, τοσαύτην ποιησάμενοι σπουδὴν ὅσην περ ἂν τῆς αὑτῶν χώρας πορθουμένης.